Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.267 Joseph. AJ 17.272 (English) >>Joseph. AJ 17.277

17.270δισχίλιοι μὲν τῶν ὑφʼ Ἡρώδῃ ποτὲ στρατευσαμένων καὶ ἤδη καταλελυκότες ἐν αὐτῇ Ἰουδαίᾳ συστάντες προσεπολέμουν τοῖς βασιλικοῖς ἀντιστατοῦντος αὐτοῖς Ἀχιάβου τοῦ Ἡρώδου ἀνεψιοῦ, καὶ τῶν μὲν πεδίων εἰς τὰ μετέωρα ἀνεωσμένου διʼ ἐμπειρίαν τὴν εἰς τὰ πολεμικὰ τῶν ἀνδρῶν, ταῖς δὲ δυσχωρίαις σώζοντος ὁπόσα δυνατά. 17.271

Ἰούδας δὲ ἦν Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς ἐπὶ μέγα δυνηθέντος ὑφʼ Ἡρώδου δὲ μεγάλοις ληφθέντος πόνοις. οὗτος οὖν Ἰούδας περὶ Σέπφωριν τῆς Γαλιλαίας συστησάμενος πλῆθος ἀνδρῶν ἀπονενοημένων ἐπιδρομὴν τῷ βασιλείῳ ποιεῖται καὶ ὅπλων κρατήσας ὁπόσα αὐτόθι ἀπέκειτο ὥπλιζε τοὺς περὶ αὐτὸν καὶ ἀποφέρεται χρήματα ὁπόσα κατελήφθη αὐτόθι, 17.272φοβερός τε ἅπασιν ἦν ἄγων καὶ φέρων τοὺς προστυγχάνοντας ἐπιθυμίᾳ μειζόνων πραγμάτων καὶ ζηλώσει βασιλείου τιμῆς, οὐκ ἀρετῆς ἐμπειρίᾳ τοῦ δὲ ὑβρίζειν περιουσίᾳ κτήσεσθαι προσδοκῶν τὸ ἐντεῦθεν γέρας. 17.273

Ἦν δὲ καὶ Σίμων δοῦλος μὲν Ἡρώδου τοῦ βασιλέως, ἄλλως δὲ ἀνὴρ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώματος ἐπὶ μέγα προύχων τε καὶ πεπιστευμένος. οὗτος ἀρθεὶς τῇ ἀκρισίᾳ τῶν πραγμάτων διάδημά τε ἐτόλμησε περιθέσθαι, 17.274καί τινος πλήθους συστάντος καὶ αὐτὸς βασιλεὺς ἀναγγελθεὶς μανίᾳ τῇ ἐκείνων καὶ εἶναι ἄξιος ἐλπίσας παρʼ ὁντινοῦν τό τε ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησιν διʼ ἁρπαγῆς ἄγων τὰ ἐγκατειλημμένα, πολλάς τε καὶ ἄλλας τῶν βασιλικῶν οἰκήσεων πολλαχοῦ τῆς χώρας πῦρ ἐνιεὶς ἠφάνιζεν, τοῖς συνεστηκόσιν λείαν ἄγειν τὰ ἐγκαταλελειμμένα ἐπιτρέπων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 17.267 Joseph. AJ 17.272 (English) >>Joseph. AJ 17.277

Powered by PhiloLogic